Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πεπάρηθος, νῆσος τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα πόλιν. ὁ πολίτης Πεπαρήθιος. τούτου τὸ θηλυκὸν παρὰ τὸ Πεπάρηθος Πεπαρηθίς.
…ιθετικόν ἐστιν. Λάπιθος ἀφ´ οὗ Λαπίθης, λέκιθος, ἔριθος, Μίκυθος, ἄκυθος ἡ μὴ τίκτουσα, μαμμάκυθος ὁ μωρός, Αἴνηθος ὄρος. Αἰσχύλος. Λάπηθος πόλις Κύπρου. Ἀλέξανδρος Ἐφέσιος «Βήλου δ´ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος». Πεπάρηθος νῆσος τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. Σεσάρηθος πόλις Ταυλαντίνων, ὥς φησιν Ἑκαταῖος. Κάνηθος, Ὄρηθος, Σέβηθος ὄνομα ποταμοῦ. ἐπίληθος «νηπενθές τ´ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων» (Od. δ 221). Ναύαιθος ποταμὸς Ἰταλίας. Φάρβαιθος πόλις Αἰγύπτου. Κέλαιθος…
Πεπάρηθος, νῆσος τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα πόλιν. ὁ πολίτης Πεπαρήθιος. τούτου τὸ θηλυκὸν παρὰ τὸ Πεπάρηθος Πεπαρηθίς.
…λέγεται δὲ κατὰ διάλεκτον Νῆλος. καὶ τὸ δειλός ὀξύνεται. Τὰ εἰς 'λος' δισύλλαβα κύρια τῷ 'η' παραληγόμενα περισπᾶται, οἷον Μῆλος Μαντοῦς υἱός, ἀφ´ οὗ Μαλόεις τόπος ἐν Λέσβῳ, ὡς Ἑλλάνικος ἐν Λεσβιακῶν πρώτῳ καὶ Μῆλος μία τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. ἔστι καὶ κώμη τῆς Ἀκαρνανίας. Βῆλος ὁ Ζεύς καὶ Βῆλος ἡ καὶ Μῆλος πρὸς ταῖς Ἡρακλέους στήλαις ἀμφοτέρων ἐτύμως λεγομένων τῷ τοὺς ἀρχαιοὺς βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας καὶ ταύτην κεῖσθαι παρὰ τὸν οὐδὸν τοῦ Ὠκεανοῦ. Μ…