Δαμασκός

Stephanos of Byzantium - Ethnika

Δαμασκός OCR ✓ Trans ✓ Confirmed ✓
city
Δαμασκός, πόλις Συρίας, μεσόγειος, ὕπερθε Φοινίκης, παρὰ τὸν Βαρδίνην ποταμόν. ὠνομάσθη δὲ ὅτι εἷς τῶν Γιγάντων Ἀσκὸς ὄνομα ἅμα Λυκούργῳ δήσας τὸν Διόνυσον ἔρριψεν εἰς τὸν ποταμόν, ὃν λύσας Ἑρμῆς τὸν Ἀσκὸν τοῦ δέρματος ἐγύμνωσεν, ὅθεν πρὸς οἶνον ἐπιτήδειον τὸ δέρμα. οἱ δὲ ὅτι Δαμασκὸς Ἑρμοῦ παῖς καὶ νύμφης Ἁλιμήδης ἐξ Ἀρκαδίας εἰς Συρίαν ἦλθε καὶ πόλιν ὁμώνυμον ἔκτισεν. ἄλλοι δὲ ὅτι Δαμασκὸς ἐφατίζετο ἀνήρ, Διονύσου δὲ τὴν Συρίαν ἀμπελόφυτον ποιήσαντος πελέκει ταῦτα ἔκοπτε, Διόνυσος δὲ ὀργισθεὶς ἐδίωξε καὶ ἐξέδειρεν ..... ἐπράχθη Δαρμασκός ..... καὶ οὕτω Δαμασκός κατὰ παραφθοράν. ὁ πολίτης Δαμασκηνός καὶ ἡ χώρα καὶ ἡ πόλις Δαμασκηνή.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.