Πέρσαι, τὸ ἔθνος, ἀπὸ Πέρσου τοῦ Μηδείας. λέγεται καὶ Πέρσης ὄνομα. καὶ τοῦ μὲν κυρίου ἡ κλητικὴ κατὰ ὕφεσιν τοῦ « σ », ὡς τὸ “ὦ Πέρση”, τοῦ δὲ ἐθνικοῦ καὶ μετατροπῇ τοῦ « η » εἰς « α » “ὦ Πέρσα” “ὦ Σκύθα”. λέγεται δὲ καὶ Περσίς ἡ χώρα καὶ ἡ γυνή. καὶ Περσίδιον ὑποκοριστικῶς ἀντὶ τοῦ Περσικόν. καὶ κτητικὸν Περσικόν. καὶ Περσικαί εἶδος εὐτελοῦς ὑποδήματος. ἔοικε δὲ γυναικεῖον εἶναι. λέγεται καὶ περσίζειν, ὡς τοῦ Σκύθης σκυθίζειν. ἀφ´ οὗ τὸ περσιστί ἐπίρρημα, ὡς τοῦ δωρίζω δωριστί καὶ σκυθιστί.
Translation pending