Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πεσσινοῦς, πόλις Γαλατίας, ἀπό τινος Γάλλου Πεσσινοῦντος. τινὲς δὲ ἀπὸ τῆς ῥεούσης τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη Μαρσύας. τὸ ἐθνικὸν Πεσσινούντιος.
…Πηλοῦς νῆσος περὶ Χίον. Ὀλοῦς πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς. Μυοῦς πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ χρονικῶν. Στράβων ιβʹ »τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα«. Ἰπνοῦς χωρίον ἐν Σάμῳ. Οἰκοῦς Καρίας πόλις. Πεσσινοῦς πόλις Γαλατίας ἀπό τινος Γάλλου Πεσσινοῦντος· τινὲς δὲ ἀπὸ πηγῆς ῥεούσης τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη ὁ Μαρσύας. Σιδοῦς κώμη Κορίνθου ἢ Μεγαρίδος ἐπίνειον· ἔστι καὶ περὶ Κλαζομενὰς κώμη καὶ ἄλλη τῆς Ἐρυθραίας. Σιμοῦς καὶ Σιμόεις, Σιποῦς πόλις Δαυνίων, Σαρνοῦς πόλις Ἰλλυρική, Φλιοῦς…