Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πηλαγονία, μοῖρα Μακεδονίας. οἱ οἰκήτορες Πηλαγόνες. ἔστι δὲ καὶ ὄνομα κύριον. ἔοικε δὲ γράφεσθαι τὸ μὲν τῆς χώρας ὄνομα μετὰ τοῦ ἐθνικοῦ κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τοῦ « α », τὸ δὲ τοῦ ἥρωος μόνον διὰ τοῦ « ε ».
…υγόνες οἰκῆσαι». Θουκυδίδης ἕκτῃ (c. 2), Πηλαγών ὁ οἰκήτωρ τῆς Πηλαγονίας «Πηλαγόνων ἐλατῆρα» Καλλίμαχος (Hymn. in Iov. v. 3). ἔστι δὲ καὶ ὄνομα κύριον «ὃς τέκε Πηλεγόνα» (Il. Φ 159). ἔοικε δὲ γράφεσθαι τὸ ὄνομα ἐθνικὸν κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τοῦ 'α', τὸ δὲ τοῦ ἥρωος διὰ τοῦ 'ε'. ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ συμμάχου ἀρσενικῶς «ἀρηγόνος ἡμετέροιο», πλὴν τοῦ καταπύγων· τὰ γὰρ ἀπὸ συνθέτων εἰς 'ος' παραχθέντα κατὰ τοῦ αὐτοῦ σημαινομένου βαρύνεται, ἄπειρος ἀπείρων, ἄναιμος ἀναίμων, ἄκυμος ἀ…
Πηλαγονία, μοῖρα Μακεδονίας. οἱ οἰκήτορες Πηλαγόνες. ἔστι δὲ καὶ ὄνομα κύριον. ἔοικε δὲ γράφεσθαι τὸ μὲν τῆς χώρας ὄνομα μετὰ τοῦ ἐθνικοῦ κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τοῦ « α », τὸ δὲ τοῦ ἥρωος μόνον διὰ τοῦ « ε ».
… ἐξώλης, προώλης καὶ τὰ παρὰ τὸ ἀρκῶ αὐτάρκης, ποδάρκης—σημαίνει τὸν ταχὺν περὶ τὸν δρόμον ὁ τοῖς ποσὶ τοῖς ἑαυτοῦ ἐπαρκεῖν δυνάμενος πρὸς τὸ ὑπεκφυγεῖν ἢ διώκειν τοὺς πολεμίους. Ὅμηρος »ποδάρκης δῖος Ἀχιλλεύς« (Α 121). ἔστι δὲ καὶ ὄνομα κύριον. ὤφειλε δὲ εἶναι ποδαρκής ὀξυτόνως ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀρκῶ. γίνεται δὲ ἡ κλητικὴ πόδαρκες ὡς αὔταρκες· καὶ τὸ οὐδέτερον ποδαρκές ὀξυτόνως, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ. σεσημείωτ…