Πήλιον, πόλις Θετταλίας. τὸ ἐθνικὸν Πηλιεύς καὶ Πηλιώτης καὶ θηλυκῶς Πηλιῶτις. λέγεται δὲ καὶ Πηλία καὶ τὸ ἐθνικὸν Πηλεύς. καλεῖται δὲ καὶ Πηλεῖς πληθυντικῶς, ἀπὸ τοῦ Πηλεύς ἑνικοῦ. καὶ τούτου τὸ ἐθνικὸν Πηλίτης. καλεῖται δὲ ἀπὸ τῆς Θέτιδος [Θετίδειον] ἡ πόλις. τὸ δὲ ὄρος Πήλιον τὸ ἐθνικὸν [Πηλιεύς καὶ] τὸ θηλυκὸν τοῦ ὄρους Πηλιάς, καθὰ τοῦ Ἴλιον Ἰλιεύς καὶ Ἰλιάς. λέγεται καὶ κτητικὸν Πηλιωτικόν ἀπὸ τοῦ Πηλιώτης. ἔστι δὲ καὶ Πήλιον Ἰλλυρίας πόλις, ἧς μέμνηται Κουάδρατος. τὸ ἐθνικὸν Πηλῖνος.
Translation pending