Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πισιδία, οἱ Πισίδαι πρότερον Σόλυμοι, ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Χαλδήνης. ἔστι δὲ ἔθνος βάρβαρον κατοικοῦν παρὰ τὴν Ἄσπενδον καὶ τὴν Κιλικίαν. εἴρηται δὲ ἀπὸ Πισίδου. αἱ δεύτεραι καὶ πρῶται συστέλλονται. λέγεται καὶ Πισιδική καὶ Πισιδικόν καὶ Πισιδεῖς μετὰ ἐκτάσεως τοῦ « ι ».
…ς, Δρυΐδης ἔθνος Γαλατικὸν φιλόσοφον. Ἐρεβίδαι μέρος Λωτοφάγων· Φίλιστος ὀγδόῳ. Ὀδρυσίδης ὁ Ὀδρύσης, Ἀδυρμαχίδης Λιβυκὸν ἔθνος ὡς Ἡρόδοτος (IV 168). Πηδασίδης ὁ Πηδασεύς. Τευθίδης ὁ οἰκῶν Τευθίδα πόλιν Ἀρκαδίας. Πισίδης ἔθνος βάρβαρον κατοικοῦν παρὰ τὴν Ἄσπενδον καὶ τὴν Κιλικίαν. εἴρηται δὲ ἀπὸ Πισίδου. συστέλλονται δὲ τοῦ Πισίδης καὶ Πισιδία αἱ δεύτεραι καὶ αἱ πρῶται· Πισιδικὴ δὲ καὶ Πισιδικὸν καὶ Πισιδεῖς μετὰ ἐκτάσεως τοῦ 'ι'. Αἰθαλίδαι δῆμος τῆς Λεοντίδος φυλῆς καὶ οἱ δημόται ὁμοφώνως, Βερενικίδαι ἀπὸ Βερενίκης
Πισιδία, οἱ Πισίδαι πρότερον Σόλυμοι, ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Χαλδήνης. ἔστι δὲ ἔθνος βάρβαρον κατοικοῦν παρὰ τὴν Ἄσπενδον καὶ τὴν Κιλικίαν. εἴρηται δὲ ἀπὸ Πισίδου. αἱ δεύτεραι καὶ πρῶται συστέλλονται. λέγεται καὶ Πισιδική καὶ Πισιδικόν καὶ Πισιδεῖς μετὰ ἐκτάσεως τοῦ « ι ».
ἔλυμος καὶ Ἔλυμος ἥρως, ἀφ´ οὗ Ἐλυμία πόλις Μακεδονίας. ἔτυμος καὶ ἐτήτυμος, δίδυμος, ἥδυμος, νήδυμος, σκόλυμος εἶδος βοτάνης, Σόλυμος ἔθνος οἱ νῦν Πισίδαι ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Χαλδήνης «Σολύμους καλουμένους παρελθὼν Μαυσώλου». Ἴδυμος ποταμὸς Καρίας, Σίδυμος, ἀφ´ οὗ Σίδυμα πόλις Λυκίας. Εὔρυμος. τοῦ μέντοι κωλυμός καὶ ἐρυμός τὸ 'υ' μακρόν. Τὰ εἰς 'μος' τρισύλλαβα παραληγόμενα τῇ 'οι' διφθόγγῳ μὴ παρεσχ…