Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…α ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. τὸ πληθυντικὸν ὀξύνων Ἡρωδιανὸς διὰ τὴν τοῦ ἀριθμοῦ [μεταβολὴν] ἐπικρίνει “εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει”. κέκληται δὲ ἀπὸ τῆς πλάτης τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου “ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι”. οἱ πολῖται Πλαταιεῖς, καὶ κατὰ συναίρεσιν ἀττικὴν τοὺς Πλαταιᾶς. καὶ Πλαταιᾶτις τὸ θηλυκὸν καὶ Πλαταιίς. ἔστι καὶ νῆσος πρὸ τῆς Λιβύης· ταύτης οἱ πολῖται Πλατειεῖς. καὶ ἡ χώρα Πλαταϊκή. δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προ…
… (Β 504). Εὔδοξος δὲ εʹ γῆς περιόδου πληθυντικῶς Πλαταιάς.... δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. κέκληται δὲ ἀπὸ τῆς πλάτης καθὰ Κῶπαι τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου «ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι». δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαροξύνειν Πλάταιαν ὡς Λίλαιαν, Ἱστίαιαν, Δίκαιαν. εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει. Τὰ εἰς 'α' συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ 'ει' δι…