Πνύξ

Stephanos of Byzantium - Ethnika

Πνύξ OCR ✓ Trans ✓ Confirmed ✓
place
Entry #188
Greek source: meineke
Meineke: 528.10 | Billerbeck: Π188
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-16
Word count: 133
Source: vol4_110.jpg
Edit
Πνύξ, τὸ παρ´ Ἀθηναίοις δικαστήριον, περὶ οὗ φησιν Ἡρωδιανὸς ἐν τοῖς περὶ παθῶν οὕτως “ἔστιν οὖν πύκν ὄνομα κύριον. οὐ δύναται δὲ καταλῆξαι, καὶ ὑπερετέθη τὸ « ν », καὶ ἐτράπη τὸ « κ » εἰς « ξ », πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν. ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ « κ » πνύξ πυκνός, ‚τῆς πυκνὸς τὰς ἡνίας‛, ‚τοῦ λίθου τοῦν τῇ πυκνί‛. καὶ πύκνα”. κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι συνῳκισμένων οἰκιῶν. ὁ ἐν τούτῳ οἰκῶν πυκνίτης. λέγεται καὶ πυκναία [παρ´ Ἴωνι]. Δίδυμος δέ φησιν ὅτι “τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἴρηται· οὐδεὶς γὰρ εἶπε προσηγορικῶς ἢ κυρίως τὸ πυκνή· τὰ γὰρ τοιαῦτα ὡς ἐπίπαν ἀπὸ μακροκαταλήκτων παράγεται, εὐνή ��ὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡς ἐπίπαν εἴρηται διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέρας κεραία”.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.397
char LCS 211 (34.8%) · word LCS 52 (38.8%)
Stephanos
Πνύξ, τὸ παρ´ Ἀθηναίοις δικαστήριον, περὶ οὗ φησιν Ἡρωδιανὸς ἐν τοῖς περὶ παθῶν οὕτως “ἔστιν οὖν πύκν ὄνομα κύριον. οὐ δύναται δὲ καταλῆξαι, καὶ ὑπερετέθη τὸ « ν », καὶ ἐτράπη τὸ « κ » εἰς « ξ », πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν. ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ « κ » πνύξ πυκνός, ‚τῆς πυκνὸς τὰς ἡνίας‛, ‚τοῦ λίθου τοῦν τῇ πυκνί‛. καὶ πύκνα”. κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι συνῳκισμένων οἰκιῶν. ὁ ἐν τούτῳ οἰκῶν πυκνίτης. λέγεται καὶ πυκναία [παρ´ Ἴωνι]. Δίδυμος δέ φησιν ὅτι “τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἴρηται· οὐδεὶς γὰρ εἶπε προσηγορικῶς ἢ κυρίω…
Herodian
κύριον. οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ 'ν' καὶ ἐτράπη τὸ 'κ' εἰς 'ξ' πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν· ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ 'κ' πνύξ πυκνός »τῆς πυκνὸς τὰς ἡνίας« »τοῦ λίθου τοῦν τῇ πυκνί« καὶ »πύκνα«. κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι ᾠκισμένων οἰκιῶν, λύγξ καὶ Λύγξ πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα· καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος. Τὰ εἰς 'αιξ' μονοσύλλαβα ὀξύνεται, Ῥαίξ, Γραίξ, Γραῖκες γὰρ παρ´ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήν…
Herodian 1.282
char LCS 146 (24.1%) · word LCS 33 (24.6%)
Stephanos
… τὴν τάξιν μετὰ τοῦ « κ » πνύξ πυκνός, ‚τῆς πυκνὸς τὰς ἡνίας‛, ‚τοῦ λίθου τοῦν τῇ πυκνί‛. καὶ πύκνα”. κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι συνῳκισμένων οἰκιῶν. ὁ ἐν τούτῳ οἰκῶν πυκνίτης. λέγεται καὶ πυκναία [παρ´ Ἴωνι]. Δίδυμος δέ φησιν ὅτι “τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἴρηται· οὐδεὶς γὰρ εἶπε προσηγορικῶς ἢ κυρίως τὸ πυκνή· τὰ γὰρ τοιαῦτα ὡς ἐπίπαν ἀπὸ μακροκαταλήκτων παράγεται, εὐνή ��ὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡς ἐπίπαν εἴρηται διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέρας κεραία”.
Herodian
…ὺς ἐκάλουν. ἀναγκαία, ἀρχαία, θυραία ἐπὶ τῆς διεξόδου, εὐναία τραγικῶς ἡ ἄγκυρα· ἔστι καὶ πόλις Ἄργους Εὐναία. γαληναία, σφενδοναία, δραχμαία, ὀπαία, κεραμὶς τὴν ὀπὴν ἐπικλείουσα, περικεφαλαία, πυκναία παρ´ Ἴωνι ἡ πνύξ. Δίδυμος δέ φησιν ὅτι «τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἴρηται. οὐδεὶς γὰρ εἶπε προσηγορικῶς ἢ κυρίως τὸ πυκνή. τὰ γὰρ τοιαῦτα ὡς ἐπίπαν ἀπὸ μακροπαραλήκτων παράγεται, εὐνή εὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡς ἐπίπαν εἴρηται διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέρας κεραία». Ἰουδαία Ἀλέξανδρος ὁ πολυίστωρ ἀπὸ τῶν παίδων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰ…
Herodian 1.396
char LCS 29 (4.8%) · word LCS 5 (3.7%)
Stephanos
Πνύξ, τὸ παρ´ Ἀθηναίοις δικαστήριον, περὶ οὗ φησιν Ἡρωδιανὸς ἐν τοῖς περὶ παθῶν οὕτως “ἔστιν οὖν πύκν ὄνομα κύριον. οὐ δύναται δὲ καταλῆξαι, καὶ ὑπερετέθη τὸ « ν », καὶ ἐτράπη τὸ « κ » εἰς « ξ », πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν. ἐν δὲ τῇ γενικῇ…
Herodian
…'λ' γράφουσι στλίξ, Λίγξ ποταμὸς Μαυριτανίας καὶ πόλις· τινὲς δὲ Λίξον γράφουσιν. Τὰ εἰς 'υξ' μονοσύλλαβα ὀξύνεται, τρύξ, Φρύξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Βρύξ Μακεδονικὸν ἔθνος προσεχὲς Ἰλλυριοῖς, πτύξ, Στύξ, νύξ, στρύξ, πνύξ τὸ παρ´ Ἀθηναίοις δικαστήριον· ἔστι πύκν ὄνομα