Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ποιμήν, ὄρος τῆς Ποντικῆς, ἀφ´ οὗ καταρρεῖ ὁ Παρθένιος, σχίζων τὴν Ἄμαστριν. οἱ οἰκοῦντες Ποιμένιοι. ἔστι καὶ ὄρος Ποιμένιον ἐν Μακεδονίᾳ. οἱ κατοικοῦντες ὁμοίως Ποιμένιοι.
…ου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (Ι 154) ἐν δ´ ἄνδρες ναίουσι πολύῤῥηνες, πολυβοῦται. Τὰ εἰς 'μην' ὀξύνεται, εἰ μὴ σύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰς 'μην', Δαμήν· ἔστι δὲ Ἀργολικὸς συγγραφεύς. λιμήν, ὑμήν, ποιμήν· ἔστι καὶ Ποιμήν ὄρος τῆς Ποντικῆς, ἀφ´ οὗ καταῤῥεῖ ὁ Παρθένιος σχίζων τὴν Ἄμαστριν, πυθμήν, ἀϋτμήν. Τὰ εἰς 'ρην' καθαρὸν μὴ ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς τὸ 'ε' φωνῆεν καταλήγουσαν ὀξύνεται, Σειρήν, Πειρήν καθ´ Ἡσίοδον πατὴρ Ἰοῦς, πυρήν, πλὴν τοῦ ἄῤῥην. Τὰ εἰς 'ρην' καθαρὸν τῷ 'ε' παραλήγοντα παροξύν…