Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πραίνεστος, πόλις Ἰταλίας, ἀπὸ Πραινέστου τοῦ Λατίνου τοῦ Ὀδυσσέως καὶ Κίρκης υἱοῦ. ὁ πολίτης Πραινεστῖνος.
… Αἰγύπτου, ἣν Ἡρόδοτος (e. g. 2, 59) Βούβαστίν φησι διὰ τοῦ 'ι'. Μούμαστος πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. Ἔγεστος ὁ Τρωός, ἀφ´ οὗ Ἔγεστα πόλις Σικελίας. Αἴγεστος στρατηγός τις, ἀφ´ οὗ Αἰγεσταῖοι οἱ Θεσπρωτοί. Πραίνεστος πόλις Ἰταλίας ἀπὸ Πραινέστου τοῦ Λατίνου τοῦ Ὀδυσσέως καὶ Κίρκης υἱοῦ. Μάκιστος ὁ ἀδελφὸς Φρίξου καὶ πόλις τῆς Τριφυλίας. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος φυλῆς ἀπὸ Ἀναφλύστου ἥρωος. Παυσανίας δευτέρῳ ( 30, 9) «Τροιζῆνος οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττος». Κάρυστος ὁ Χείρωνος καὶ ἀπ´ αὐτοῦ …