Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πρακίαι καὶ Πρᾶκες, ἔθνος, ἀπὸ Πρακὸς τοῦ ἐξ Ἠπείρου μὲν ὁρμήσαντος, οἰκήσαντος δὲ ἐν τῇ Λακωνικῇ. τὸ ἐθνικὸν Πρᾶκες καὶ Πρακηνοί.
…λίας, τραυματίας, Παπίας, Ὠπίας ἔθνος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ αὐτοῖσι οἰκέουσι ἄνθρωποι παρὰ τὸν Ἰνδὸν ποταμὸν Ὠπίαι, ἐν δὲ τεῖχος βασιλήϊον. μέχρι τούτου Ὠπίαι, ἀπὸ δὲ τούτων ἐρημίη μέχρις Ἰνδῶν». Προυσίας, Πρακίας ἔθνος ἀπὸ Πρακὸς τοῦ ἐξ Ἠπείρου μὲν ὁρμήσαντος, οἰκήσαντος δὲ ἐν τῇ Λακωνικῇ. Ἀγρίας ἔθνος Παιονίας μεταξὺ Αἵμου καὶ Ῥοδόπης. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ 'α'. εὑρέθη δὲ ἐν ὀκτωκαιδεκάτῃ «τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος». λέγονται καὶ Ἀγράϊοι καὶ Ἀγριεῖς ὡς Θεόπομπος καὶ Ἀγριᾶνες. Ἀδρίας κόλπος παρὰ τὴν Ἀδρί…