Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πτελεόν, πόλις Ἰωνίας καὶ Τρῳάδος καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν, οὐδετέρως. καλεῖται δὲ ὅτι πολλὰς ἔχει πτελέας. ὁ πολίτης Πτελεάτης καὶ Πτελεούσιος, καὶ Πτελεεῖς ὡς Φενεεῖς.
…τιν εὑρεῖν. τὸ γὰρ ἰθύτρην παρὰ Δημοκρίτῳ βεβίασται. Τὰ εἰς 'λεον' ὀξύνεται, Χαλεόν ἡ πόλις, ἐλεόν ἡ μαγειρικὴ τράπεζα. »βάλλον δ´ εἰν ἐλεοῖσιν«, στελεόν, ὃ καὶ στελειόν λέγεται ποιητικῶς, καὶ στελεός, κολεόν ἢ κουλεόν. Πτελεόν πόλις Ἰωνίας καὶ Τρῳάδος καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δὲ ὅτι πολλὰς ἔχει πτελέας· ἔστι δὲ καὶ Μεσσηνίας, μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει »καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον« (Β 594). Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι καὶ Πτελέας οὐ Πτελεόν κατὰ τὸ πρῶτον …