Πυθόπολις, Καρίας πόλις, ἡ μετὰ ταῦτα κληθεῖσα Νῦσα· Πυθόπολις ἀπὸ Πυθοῦ περισπωμένως, ὡς ἀπὸ τῆς Ἑρμοῦ γενικῆς Ἑρμόπολις. ὁ δὲ Πυθῆς τοσοῦτον πλουσιώτατος ἦν, ὥστε τὸν Ξέρξην ὑποδεξάμενος ἑκάστῳ τῶν στρατιωτῶν ἀνὰ ἓξ δαρεικοὺς χρυσοῦς παρέσχεν. ὁ πολίτης Πυθοπολίτης ὡς Ἑρμοπολίτης. ἔστι καὶ ἄλλη Πυθόπολις Μυσίας.
Translation pending