Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ώ, ἡ τοῦ Ἀπόλλωνος πόλις. “Πυθοῖ ἐν ἠγαθέῃ”. τὸ ἐθνικὸν Πυθῷος, ὡς Λητώ Λητῷος, καὶ Πύθιος καὶ Πυθία καὶ Πυθιάς ὡς Ἑλικωνιάς, καὶ Πύθιον, καὶ πυθαΐζειν, ἀπὸ τοῦ Πυθαῖος διαλύσεως γενομένης, καὶ πυθαϊστής. καὶ τὸ τοπικὸν Πυθῶθεν διὰ τοῦ « ω » ὡς Κριῶθεν, καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβόθεν. καὶ Πυθοῖ τὸ ἐν τόπῳ. καὶ παρὰ τὴν Πυθώ Πυθεύς ὡς Ἐνυώ Ἐνυεύς, καὶ ἀπὸ τῆς Πυθῆος γενικῆς ἰωνικῆς Πύθιος, ἐξ ἧς τὸ Πυθήιος κτητικὸν καὶ Πυθαιεύς καὶ Πυθαεύς ὡς Κρηταεύς.
διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἕως βαρυτόνου τὸ ἕωθεν, ἀπὸ δὲ τοῦ ἠώς ὀξυτονουμένου ἠῶθεν προπερισπᾶται ὡς ἀπὸ τοῦ Πυθώ Πυθῶθεν διὰ τοῦ 'ω' ὡς Κριῶθεν καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβόθεν καὶ Θριώ ὄνομα δήμου Ἀττικοῦ Θριῶθεν, μεθ´ ὧν τηλῶθεν ποιητικῶς ἐκτεταμένον. παρὰ τὸ ἄνευ ἄνευθεν φυλάττει τοῦ πρωτοτύπου τὸν τόνον. ὁμοίως ἄτερ ἄτερθεν. τὸ ἐντεῦθεν προπερισπᾶται παρὰ τὸ ἐνταῦθα, καὶ παρὰ τὸ ἐκεῖ περισπώμε…
Πυθώ, ἡ τοῦ Ἀπόλλωνος πόλις. “Πυθοῖ ἐν ἠγαθέῃ”. τὸ ἐθνικὸν Πυθῷος, ὡς Λητώ Λητῷος, καὶ Πύθιος καὶ Πυθία καὶ Πυθιάς ὡς Ἑλικωνιάς, καὶ Πύθιον, καὶ πυθαΐζειν, ἀπὸ τοῦ Πυθαῖος διαλύσεως γενομένης, καὶ πυθαϊστής. καὶ τὸ τοπικὸν Πυθῶθεν διὰ τοῦ « ω » ὡς…
ἰώ γὰρ ἡ σελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Μωθώ κώμη Ἀραβίας. Πυθώ ἡ τοῦ Ἀπόλλωνος πόλις »ὡς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ ἐν ἠγαθέῃ« (Od. θ 80). Σαβώ πόλις μεγάλη πέραν τῆς Ἐρυθρᾶς θαλάσσης. Σαρδώ νῆσος· τῇ Σαρδοῖ ἀναλόγως λέγεται καὶ Σαρδών ὡς τῇ Πυθοῖ παράκειται Πυθών. Σαμαθώ ὅ ἐστι μεγάλη …