Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πυραμίδες, ἐν Αἰγύπτῳ, κτίσμα ... εἰς ὃ λέγεται ἀνηλωκέναι κρομμύων καὶ σκορόδων καὶ τυροῦ τάλαντα μύρια πεντακόσια. ὠνομάσθησαν δὲ πυραμίδες ἀπὸ τῶν πυρῶν, οὓς ἐκεῖ συναγαγὼν ὁ βασιλεὺς ἔνδειαν ἐποίησε σίτου κατὰ τὴν Αἴγυπτον.
…ις πόλις Αἰγύπτου. Ἡρόδοτος (II 91) «ἔστι καὶ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιος». φησὶ δ´ ὁ αὐτὸς καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ. Τὰ εἰς 'μις' προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, πυραμίς— ὠνομάσθησαν δὲ πυραμίδες ἀπὸ τῶν πυρῶν, οὓς ἐκεῖ συναγαγὼν ὁ βασιλεὺς ἔνδειαν ἐποίησε σίτου κατὰ τὴν Αἴγυπτον—σησαμίς, καλαμίς, πλοκαμίς, κεραμίς. τὰ δὲ κύρια βαρύνεται, Ἄρτεμις, ὃ Δωριεῖς διὰ τοῦ 'α' προφέρονται Ἄρταμις, Σεμίραμις, Χρυσόθεμις, Θύαμις κώμη ὑπὸ Σεμιράμιδος κτισθεῖσα παρὰ τὴν Ἀραχωσίαν, Ψιττάχεμμις κώμη τῆς Αἰγυπ…