Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πύρασος, πόλις Φθίας. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον. τὸ ἐθνικὸν Πυρασαῖος.
…, Μύλασος υἱὸς Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου, ἀφ´ οὗ Μύλασα πόλις Καρίας. λέγεται καὶ ἡ πόλις Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Νάκρασος πόλις καὶ δῆμος Καρίας. Ἀπολλώνιος δεκάτῳ Καρικῶν. Πρόγασος. Πύρασος πόλις Φθίας. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον. Πήδασος πόλις ὑπὲρ τὴν Ἴδην. Τάμασος πόλις Κύπρου. ἐντεῦθέν τινες γράφουσιν« (Od. α 184) »εἰς Τάμασον μετὰ χαλκόν«. ἀπιθάνως. Πάρρασος εἷς τῶν Λυκάονος παίδων. Ἔρασος. σημείωσαι τὸ κερασός φυτὸν ὀξυνόμενον, τὴν δὲ πόλι…