Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ῥάβεννα, πόλις Ἰταλίας. Ἕρμιππος ὁ Βηρύτιος Ῥούενναν αὐτὴν καλεῖ. Διονύσιος δ´ ἐν ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ πληθυντικῶς καὶ διὰ τοῦ « η » καὶ δι´ ἑνὸς « ν » “ἀμφότεροι ἀπήντησαν Φλουμίῳ περὶ τοὺς καλουμένους Ῥαβηνούς”. τὸ ἐθνικὸν Ῥαβεννάτης, παρὰ τοῖς Ἰταλοῖς Ῥαβεννήσιος.
…υγατρός. Λυκόφρων (v. 906) »Γόννον Φάλανναν ἠδ´ Ὀλοσσόνων γύας«. Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ καὶ Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θʹ. ἔστι καὶ ἑτέρα Κρήτης. Ἔραννα πόλις Τριφυλίας, ἥτις Κυπαρισσία καλεῖται. Ῥάβεννα πόλις Ἰταλίας. Ἕρμιππος ὁ Βηρύτιος Ῥούενναν αὐτὴν καλεῖ. Διονύσιος δ´ ἐν ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ πληθυντικῶς καὶ διὰ τοῦ 'η' καὶ δι´ ἑνὸς 'ν' »ἀμφότεροι ἀπήντησαν Οὐολουμνίῳ περὶ τοὺς καλουμένους Ῥαβηνούς«. Ὕτεννα πόλις Λυκίας. Φίλιννα, Ἤριννα, Κόριννα, Βίτιννα. Βούκιννα πόλις Σικελίας. Πέλιννα πόλις Θεσσαλίας ἐν τῇ Φθιώτιδι. κέκληται ἀπὸ Πελίννου τοῦ Οἰχαλέως. Ὤλιννα πόλις πρὸς …