Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ῥαῦκος, πόλις ἐν μεσογείῳ τῆς Κρήτης. τὸ ἐθνικὸν Ῥαύκιος καὶ Ῥαυκία.
…ν ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ. εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό. ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ 'ω' τὸ 'ι', τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. θῶκος. Ῥαῦκος πόλις ἐν μεσογείῳ τῆς Κρήτης. Δᾶκος ἔθνος, ὃ καὶ Δᾶος καλεῖται. οἶκος. Γλαῦκος, ἀφ´ οὗ Γλαύκου δῆμος ἐν Λυκίᾳ, ὡς Ἀλέξανδρός φησιν. Λεῦκος «ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον» (Δ 491). τὸ δὲ σηκός ὀξύνεται. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται γλαυκός, λευκός…