Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ῥινοκούρουρα, πόλις Αἰγύπτου “ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τοπαλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἠκρωτηριασμένων οὕτω καλουμένη”. τὸ ἐθνικὸν Ῥινοκουρουραῖος καὶ Ῥινοκουρουρίτης.
…. Χέρρουρα πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ »ἔχεται χερρόνησος ὄνομα Χέρρουρα«. Κύνουρα πόλις Ἄργους ἀπὸ Κινούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ (c. 2, 2). Λυκόσουρα πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκείῳ ὄρει. Ῥινοκόρουρα πόλις Αἰγύπτου »ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἀκρωτηριασμένων οὕτω καλουμένη«. Βαλβέρουρα· οὕτως τινὲς Ἰνδικὴν πόλιν Ἰβηρίας φασίν, μεθ´ ὧν καὶ δίφουρα ἡ γέφυρα. Τὰ εἰς 'ρα' μονογενῆ μετ´ ἐπιπλοκῆς συμφώνου παροξύνεται καὶ μακρὸν ἔχει τὸ 'α', ὕδρα· ἔστι καὶ νῆσος Λ…