Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σαβαί, πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης καὶ φρούριον. τὸ ἐθνικὸν τῆς πόλεως καὶ τοῦ φρουρίου Σαβαῖοι καὶ θηλυκῶς Σαβαία. καὶ τὸ κτητικὸν Σαβαϊτικόν, ὡς ἀπὸ τοῦ Σπάρτης Σπαρτιακόν.
… καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Σάβαι πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Λάβαι πόλις Χαττηνίας. Πολύβιος τρισκαιδεκάτῳ. βλάβη. ὀξύνεται δὲ ταῦτα, λαβή, τριβή ῥηματικὰ ὄντα.