Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σαβῖνοι, Ἰταλικὸν ἔθνος. τὸ θηλυκὸν Σαβίνη καὶ ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τῆς χώρας.
…ίνη πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς Ταρτησσοῦ πλησίον. Πλινθίνη πόλις τῆς Αἰγυπτίας ἐπὶ τῆς Μαρείας. Μοτίνη πόλις Ἰταλίας, ἄποικος Ῥωμαίων. Πολύβιος τρίτῳ (c. 40, 8)· Φλέγων δὲ Μουτίνην αὐτήν φησι. Σαβίνη ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τῆς χώρας. Σιβερίνη πόλις Οἰνωτρῶν. τὸ δὲ ἐχινῆ ἡ τραχεῖα δορὰ ἀπὸ τοῦ ἐχινέα γέγονε, διὸ περισπᾶται. τὸ δὲ Φωτεινή κύριον διὰ τῆς 'ει' διφθόγγου γραφόμενον ὀξύνεται. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου. Τὰ εἰς 'νη' δισύλλαβα μονογενῆ παρ…