Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σάβοι, ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν.
…κεδονίας. Τάβος ἥρως, ἀφ´ οὗ Τάβαι πόλις Λυδίας. Θράμβος ἀκρωτήριον Μακεδονίας. Ἴσβος Ἰσαυρίας πόλις, Κύβος ἢ καὶ Κυβώ, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὄμβοι πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. Σάβοι ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Σάμβος πόλις Ἀράβων καὶ οἱ πολῖται Σάμβοι. Βοῖβος Γλαφύρου υἱός, ἀφ´ οὗ Βοίβη πόλις Θεσσαλίας. Στροῖβος ὁ ἀδελφὸς Γύζαντος. σεσημείωται τὸ Βόλβος παροξυνόμενον, ὅτε κύριον, βολβός δὲ τὸ προσηγορικόν, ὥσπερ λοβός μέρος …