Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σαλάμιοι, ἔθνος Ἀράβων. σάλαμα δὲ ἡ εἰρήνη. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ ἔνσπονδοι γενέσθαι τοῖς Ναβαταίοις.
…Κελτογαλατίας εἰς Βιθυνίαν. Ἐρατοσθένης δ´ ἐν πρώτῳ Γαλατικῶν Τολιστοβωγίους αὐτούς φησιν. Ἀράζιος, Σαβάζιος, Ἀκάνθιος, ἀφ´ οὗ «Ἀκάνθιος τέττιξ» ἐπὶ τῶν ἀφώνων, τοιοῦτοι γὰρ οἱ τῆς χώρας τέττιγες, ὡς Σιμωνίδης. Σαλάμιος ἔθνος Ἀράβων. σάλαμα δὲ ἡ εἰρήνη. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ ἔνσπονδοι γενέσθαι τοῖς Ναβαταίοις. Κράνιοι πόλις ἐν Κεφαλληνίᾳ τῇ νήσῳ. Δανδάριος ἔθνος περὶ τὸν Καύκασον, ὡς Ἑκαταῖος Εὐρώπῃ. Σαγγάριος ἔθνος τῆς κάτω Φρυγίας ὁμωνύμως τῷ ποταμῷ. Ψυκτήριος τόπος ἐν Θρᾴκῃ, ἀπὸ Ἡρακλέους ἀναψύξαντος τὸν ἱδρῶτα ἐν τῷ κατα…