Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σαμοθρᾴκη, νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχουσα. ἐκλήθη δὲ ἀπὸ τῶν Σαμίων καὶ τῶν Θρᾳκῶν. ἐκαλεῖτο δὲ πρότερον Δαρδανία· τὸ ἐθνικὸν Σαμοθρᾴξ καὶ Σαμοθρᾴκιος.
…νη. πεύκη. ἔστι καὶ νῆσος ἐν τῷ Ἴστρῳ, νίκη, φρίκη, βήκη, θήκη, φώκη· ἔστι καὶ Φώκη Ἰωνικὴ πόλις, ἣ καὶ Φώκαια. Θρᾴκη χώρα ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς τελευτήσαντος ἢ ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, μεθ´ ἧς καὶ Σαμοθρᾴκη νῆσος πρὸς τῇ Θρᾴκῃ συνθέτως ἐκ τοῦ Θρᾳκία Σάμος. τὸ δὲ μυκή ὀξύνεται σημαῖνον φωνὴν λέοντος. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος. τὸ δὲ συκῆ ἀπὸ τοῦ συκέα συναλειφθὲν περισπᾶται. ἔστι καὶ Συκῆ πόλις ἀντικρὺ Βυζαντίου. Στράβων ἑνικῶς λέγει Συκ…