Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σάνη, πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. οἱ πολῖται Σάνιοι καὶ Σαναῖοι ὡς Καναῖοι.
…ῆ βαρύνεται, ἄνη ἡ ἄνυσις, πλάνη, Κάνη καὶ Κάναι «πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου». ἔστι καὶ ὄρος καὶ λιμήν. Στράβων ιγʹ. ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. εἰσὶ δὲ καὶ Κάνναι διὰ δύο 'νν'. Σάνη πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. τὸ δὲ φανή παρ´ Ἡσιόδῳ ἐν δευτέρῳ εἰρημένον· οἳ πρόσθε φανὴν ἔντοσθεν ἔκευθον. ὀξύνεται. τὸ μέντοι παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰς 'νη' λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν τασσόμενον ἀντὶ τοῦ γυνή. Τὰ διὰ τοῦ 'ανη' μον…