Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σαρδώ, νῆσος .... ὁ Σάρδος οὖν τῇ Σαρδοῖ ἀναλόγως. λέγεται καὶ Σαρδών, ὡς τῇ Πυθώ παράκειται τὸ Πυθών. ἐκαλεῖτο δὲ Ἰχνοῦσσα διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. ὁ κατοικῶν Σαρδόνιος καὶ Σαρδονία καὶ Σαρδῷος. καὶ Σαρδονικός καὶ Σαρδονική.
…ὰρ ἡ σελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Μωθώ κώμη Ἀραβίας. Πυθώ ἡ τοῦ Ἀπόλλωνος πόλις »ὡς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ ἐν ἠγαθέῃ« (Od. θ 80). Σαβώ πόλις μεγάλη πέραν τῆς Ἐρυθρᾶς θαλάσσης. Σαρδώ νῆσος· τῇ Σαρδοῖ ἀναλόγως λέγεται καὶ Σαρδών ὡς τῇ Πυθοῖ παράκειται Πυθών. Σαμαθώ ὅ ἐστι μεγάλη κατὰ τὴν τῶν Λιβύων φωνήν, καλεῖται Μάγνα νῆσος Λιβυκή. Καβειρώ ἡ Πρωτέως καὶ Ἀγχινόης, ἀφ´ ἧς καὶ Ἡφαίστου Καδμῖλος. Ῥοιώ ἡ Ζάρηκος θυγάτηρ. Συρακώ λίμνη. Ταχεμψώ νῆσος Αἰθιοπία…