Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σεβαστή, πόλις Ἀρμενίας, ἡ νῦν Σεβάστεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ [ἐν] τῇ Σαμαρείτιδι πολίχνιον. τὸ ἐθνικὸν Σεβαστηνός. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως.
…περίπλῳ Δολίχην νῆσον πρὸς τῇ Λυκίᾳ καλεῖ. Ἀστάρτη νῆσος ἐν Αἰθιοπίᾳ. ἔστι καὶ πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιστή καὶ λεπαστή ἡ κύλιξ. τὸ δὲ Σεβαστή ἐπιθετικῶς τέτακται· ἔστι δὲ πόλις Ἀρμενίας ἡ νῦν Σεβάστεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ ἐν τῇ Σαμαρείτιδι πολίχνιον. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως. * Τὰ εἰς 'τη' ὑπερδισύλλαβα ἔχοντα κατὰ διάστασιν σύμφωνον βαρύνεται, Ἀλλάντη πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δ´ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη…