Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξανδρός φησι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία· οἱ πολῖται ἀπὸ τῆς Ὑρίας Ὑριεῖς, καὶ τῆς Ὀλβίας Ὀλβιανοί, καὶ τῆς Σελευκείας Σελευκεῖς καὶ Σελευκεύς καὶ Σελευκηνός, καὶ Σελευκίς ἡ χώρα. ἔστι καὶ ποτηρίων εἶδος Σελευκίς, ἀπὸ Σελεύκου.
… Εὐρώπῃ. Ἀρσακίς, Ἀτρακίς, Φαιακίς, Ῥυνδακίς, Σαλμακίς πόλις Καρίας, Βυζακίς χώρα περὶ τὰς Σύρτεις ὡς Πολύβιος ἐν δωδεκάτῳ «σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής». Ἰωλκίς, Τεμμικίς, Σελευκίς χώρα. ἔστι καὶ ποτηρίων εἶδος ἀπὸ Σελεύκου. Ναρθηκίς νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. Τὰ εἰς 'λις' ἀπλᾶ ἔχοντα σύμφωνον κατ´ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ 'λ' ὀξύνεται, εἰ μὴ διὰ τοῦ 'θ' κλίνοιτο ἢ πόλιν σημαίνοι, φυλλίς…