Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σελλοί, οἱ Δωδωναῖοι. “ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται”. λέγεται καὶ δίχα τοῦ « σ » Ἐλλοί.
…ικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, εἰ μὴ παραλήγοιεν 'ι', καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός,
Σελλοί, οἱ Δωδωναῖοι. “ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται”. λέγεται καὶ δίχα τοῦ « σ » Ἐλλοί.
… Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕτως »Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ´ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία.« ἔοικε δὲ οὗτος ἐπιλελῆσθαι τὸ »ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι« (Il. Π 234). πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θεσσαλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ Π τῆς Ἰλιάδος »τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον, «τὸν δ´ ἐς Δωδώνην φάτο βήμεναι». …