Σέρρειον, ἀκρωτήριον τῆς Θρᾴκης. ἔστι καὶ πόλις Σαμοθρᾴκης. τὸ ἐθνικὸν Σερρειεύς καὶ Σερρεώτης, ὡς τοῦ Λαύρειον Λαυρεώτης, καὶ Σερρεάτης, ὡς Λέπρεον Λεπρεάτης. καὶ Σέρρειον τεῖχος οὗ τὸ ἐθνικὸν Σερρειοτειχίτης. καὶ ἀπὸ τοῦ Σέρρεια ὄρη Σέρρειος ἐθνικόν. λέγεται καὶ Σέρρα ἧς ἡ γενικὴ κατ´ Ἴωνας Σέρρης, καὶ Σερρατειχίτης.
Translation pending