Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σημαχίδαι, δῆμος Ἀττικῆς, ἀπὸ Σημάχου, ᾧ καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφ´ ὧν αἱ ἱέρειαι αὐτοῦ. ἔστι δὲ τῆς Ἀντιοχίδος φυλῆς. Φιλόχορος δὲ τῆς Ἐπακρίας φησὶ τὸν δῆμον. ὁ δημότης Σημαχίδης. τὰ τοπικὰ ἐκ Σημαχιδῶν ἐν Σημαχιδῶν εἰς Σημαχιδῶν.
… Ἀκαμαντίδος, Εὐπυρίδαι τῆς Λεοντίδος, Ἐχελίδαι δῆμος τῆς Ἀττικῆς, Ἰωνίδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς, Κυνδατίδαι τῆς αὐτῆς, Κοθωτίδαι, Περρίδαι δῆμος τῆς Ἀντιοχίδος φυλῆς, Σημαχίδαι δῆμος τῆς Ἀττικῆς ἀπὸ Σημάχου· ἔστι δὲ Ἀντιοχίδος φυλῆς· Φιλόχορος δὲ τῆς Ἐπακρίας φησὶ τὸν δῆμον. Σκαμβωνίδαι δῆμος Ἀττικῆς Ἀντιοχίδος φυλῆς, Συβρίδαι δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, Βωταχίδαι τόπος Ἀρκαδίας ἀπὸ Βωτάχου. Φιλαΐδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Φιλαίου τοῦ Αἴαντος υἱοῦ καὶ Λυσιδίκης, τῆς Κορώνου τοῦ Λαπίθ…
Σημαχίδαι, δῆμος Ἀττικῆς, ἀπὸ Σημάχου, ᾧ καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφ´ ὧν αἱ ἱέρειαι αὐτοῦ. ἔστι δὲ τῆς Ἀντιοχίδος φυλῆς. Φιλόχορος δὲ τῆς Ἐπακρίας φησὶ τὸν δῆμον. ὁ δημότης Σημαχίδης. τὰ τοπικὰ ἐκ Σημαχιδῶν ἐν Σημαχιδῶν εἰς Σημαχιδῶν.
…ρχός ἐπιθετικὰ ὄντα ὀξύνεται. Τὰ εἰς 'χος' ὑπερδισύλλαβα προπαροξύνεται, στόμαχος, βάτραχος, Βώταχος. Νικόλαος εʹ «Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχος, ἀφ´ οὗ ὁ τόπος Βωταχίδαι ἐν Τεγέᾳ ἐκλήθη». Ἴναχος ὁ ποταμός, Σήμαχος, ᾧ καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφ´ οὗ Σημαχίδαι δῆμος Ἀττικῆς. Σωτήριχος, μείλιχος, Ἰάμβλιχος, τάριχος, τοῦτο ἑκατέρως λέγεται καὶ τὸ τάριχος καὶ ὁ τάριχος. Ἀριστοφάνης «ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτός «τάριχον τοιοῦτον πλύνω». Κλέοχος, Τά…