Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σηστός, πόλις πρὸς τῇ Προποντίδι. λέγεται δὲ ἀρσενικῶς παρ´ Ἐφόρῳ. οἱ δ´ Ἀθηναῖοι “ἐν τῇ Σηστῷ” φασιν. ὁ πολίτης Σήστιος· ἔστι δὲ ὡς Φαῖστος Φαίστιος.
Τὰ εἰς 'στος' δισύλλαβα μονογενῆ ὀξύνεται, εἰ μὴ ἡ πρὸ τέλους συλλαβὴ ἔχοι τι τῶν φύσει βραχέων, ἱστός, ἔστι καὶ νῆσος Λιβύης. Σηστός πόλις πρὸς τῇ Προποντίδι. λέγεται δὲ ἀρσενικῶς παρ´ Ἐφόρῳ· οἱ δὲ Ἀθηναῖοι «ἐν τῇ Σηστῷ» φασιν. παστός, μαστός, ξυστός. Κραστός πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σικελικῶν τρισκαιδεκάτῳ. Γραστός παῖς Μυγδόνος, ἀφ´ οὗ Γρηστωνία χώρα Θρᾴκης. Φαιστός πόλις Κρήτης «ἐς Φαιστόν, μικρὸς …