Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σηταῖον, χώρα παρὰ Σύβαριν, ἔνθα Σήταιαν, μίαν τῶν αἰχμαλώτων, πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. τὸ ἐθνικὸν Σηταῖος.
…ολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφ´ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ «οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ ( 23, 9). ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατ…