Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σίγγα, πόλις Λιβύης, ὡς Πολύβιος δωδεκάτῳ. τὸ ἐθνικὸν Σιγγαῖος.
…Σάλγα πόλις Μαυριτανίας. Ῥάγα πόλις ἐν Μηδίᾳ κτισθεῖσα ὑπὸ Σελεύκου τοῦ Νικάτορος. Φάλγα κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρθικῶν. ἡ δὲ φάλγα τῇ γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ. Σίγγα πόλις Λιβύης, ὡς Πολύβιος δεκάτῳ. ὀξύνεται δὲ τὸ Αἰγά τῆς Αἰολίδος ἄκρα, ὡς Στράβων »οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι· «λέγεται δὲ παρὰ Αἰγὰν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους. Ἀρτεμίδωρος δὲ Αἴξ εἶπε…