Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σίγη, πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Σιγίτης.
…γη ἡ ἔκπληξις »ἄγη μ´ ἔχει ὄρχαμε λαῶν« (Φ 221) ἀπὸ φωνήεντος ἀρχόμενον βαρύνεται. Τὰ εἰς 'γη' δισύλλαβα ἀσυνάλειπτα φύσει μακρᾷ παραληγόμενα, εἰ μὴ διαστολή τις εἴη ἢ ἀπὸ τοῦ 'γ' ἄρχοιτο, ὀξύνεται, πληγή, σιγή, Σίγη δὲ πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ, κραυγή, Κραύγη δὲ τὸ κύριον. ἀγή ἡ ἀπόκλασις τοῦ κύματος, αὐγή, Αὔγη δὲ ἡ γυνὴ τοῦ Τεύθραντος, ῥωγή, Ῥώγη δὲ νῆσος ἐν τῇ Λυκίᾳ, πηγή καὶ Πηγαί παροικία Μεγαρέων. ἔστι δὲ καὶ πόλις ἐν Κερυνείᾳ τῆς Κύπρου. πυγή. τὸ δὲ Γύ…