Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σιδοῦς, κώμη Κορίνθου ἢ Μεγαρίδος ἐπίνειον. τὸ ἐθνικὸν Σιδούντιος. ἔστι καὶ περὶ Κλαζομενὰς κώμη. καὶ ἄλλη τῆς Ἐρυθραίας. καὶ τόπος τῆς Παμφυλίας. τὸ ἐθνικὸν Σιδούσιος.
…καὶ Μυοῦντα«. Ἰπνοῦς χωρίον ἐν Σάμῳ. Οἰκοῦς Καρίας πόλις. Πεσσινοῦς πόλις Γαλατίας ἀπό τινος Γάλλου Πεσσινοῦντος· τινὲς δὲ ἀπὸ πηγῆς ῥεούσης τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη ὁ Μαρσύας. Σιδοῦς κώμη Κορίνθου ἢ Μεγαρίδος ἐπίνειον· ἔστι καὶ περὶ Κλαζομενὰς κώμη καὶ ἄλλη τῆς Ἐρυθραίας. Σιμοῦς καὶ Σιμόεις, Σιποῦς πόλις Δαυνίων, Σαρνοῦς πόλις Ἰλλυρική, Φλιοῦς ὁ υἱὸς Διονύσου καὶ Χθονοφύλης. Παυσανίας δὲ Φλίαντα αὐτὸν καλεῖ. ἀπ´ αὐτοῦ ἐκλήθη Φλιοῦς πόλις Πελοποννήσου· Φιλητᾶς φησι Φλιοῦς γὰρ πόλις ἐστί,…