Σικελία

Stephanos of Byzantium - Ethnika

Σικελία OCR ✓ Trans ✓ Confirmed ✓
island
Entry #155
Greek source: meineke
Meineke: 566.20 | Billerbeck: Σ155
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-19
Word count: 79
Source: vol4_204.jpg
Edit
Σικελία, ἡ χώρα καὶ ἡ νῆσος. [Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας βʹ “ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός· καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς βασιλείην ἐγκαταστησάμενος, καὶ ἐντεῦθεν ὁρμώμενος [ὁ Σικελὸς οὗτος] πάσης ἤδη τῆς νήσου τότε [ταύτης] Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ [τούτου], ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε”. καὶ Μένιππος δὲ ταῦτά φησιν. [Θουκυδίδης δὲ οὕτως] “ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες”. μεγίστη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ´ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς´ ἔχει. .... “τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται, ὡς Ἰταλιῶται”.]] τὸ ἐθνικὸν Σικελοί καὶ Σικελιῶται. καὶ οἱ μὲν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφ´ οὗ καὶ ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φρυγία. οἱ δ´ ἐπιγενόμενοι καὶ τὴν χώραν εὑρόντες προκεκλημένην ἐπωνομάσθησαν, ὡς ἀπὸ τῆς Φθίας Φθιῶται, οὕτω Ἰταλίας καὶ Σικελίας Ἰταλιῶται καὶ Σικελιῶται. καὶ Σικελός καὶ Σικελή. ἔστι καὶ ἄλλη Σικελία κατὰ τὴν Πελοπόννησον.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.286
char LCS 866 (64.7%) · word LCS 168 (63.4%)
Stephanos
Σικελία, ἡ χώρα καὶ ἡ νῆσος. [Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας βʹ “ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός· καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς βασιλείην ἐγκαταστησάμενος, καὶ ἐντεῦθεν ὁρμώμενος [ὁ Σικελὸς οὗτος] πάσης ἤδη τῆς νήσου τότε [ταύτης] Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ [τούτου], ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε”. καὶ Μένιππος δὲ ταῦτά φησιν. [Θουκυδίδης δὲ οὕτως] “ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες”. μεγίστη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ´ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς´ ἔχει. .... “τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται, ὡς Ἰταλιῶται”.]] τὸ ἐθνικὸν Σικελοί καὶ Σικελιῶται. καὶ οἱ μὲν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς…
Herodian
…ῖαι λεγόμεναι. αʹ ἡ Νάξος. βʹ ἡ πρὸς Μήλῳ. γʹ ἡ πρὸς Ἀμοργῷ. δʹ κατὰ Κνωσσὸν Κρήτης. Τὰ διὰ τοῦ 'ια' ἐπὶ χωρῶν καὶ πόλεων κείμενα παροξύνεται, Λυκία, Ἀσία, Κιλικία, Παφλαγονία, Ἰτουρία, Ἰταλία ἡ χώρα ἀπὸ Ἰταλοῦ, Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας βʹ «ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὐσόνες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός. καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς βασιλείην ἐγκαταστησάμενος καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἤδη τῆς νήσου τότε ταύτης Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε». καὶ Μένιππος δὲ ταῦτά φησιν. Θουκυδίδης δὲ οὕτως ( 6, 2) «ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες». μεγίστη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος. τετάρτη δ´ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς´ ἔχει. ἔστι καὶ ἄλλη Σικελία κατὰ τὴν Πελοπόννησον. Καππαδοκία, Ἀρμενία, Τισία πόλις Ἰταλίας. Ἀγκαρία πόλις Ἰταλίας. Αἰολία νῆσος Αἰόλου. Ὅμηρος «Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα» (Od. κ 1). Αἰτωλία χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίων…
Herodian 1.161
char LCS 106 (11.8%) · word LCS 23 (13.2%)
Stephanos
… ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ´ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς´ ἔχει. .... “τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται, ὡς Ἰταλιῶται”.]] τὸ ἐθνικὸν Σικελοί καὶ Σικελιῶται. καὶ οἱ μὲν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφ´ οὗ καὶ ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φ…
Herodian
…θετα, ὀξύνεται, Σικελός τὸ ἐθνικὸν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφ´ οὗ καὶ Σικελία ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φρυγία. «τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται ὡς Ἰταλιῶται.» στροβελός, κεφελός (?). τὸ δὲ ζάφελος σύνθετον ὂν παρὰ τὸ 'ζα' καὶ τὸ ὀφέλλω τὸ αὔξω προπαροξύνεται. τὸ δὲ δέελος ταὐτόν ἐστι τῷ δῆλος. Τὰ διὰ τοῦ 'ηλος' ὑπερδισύλλαβα προσηγορικὰ ἢ κύρια ἢ ἐπιθετικὰ μὴ ἔχοντα ἴδια θη…