Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σῖρις, πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός. μετωνομάσθη δὲ καὶ Πολίειον ἀπὸ τῆς ἐν Ἰλίῳ Πολιάδος Ἀθηνᾶς. ὁ πολίτης Σιρίτης ὡς Σύβαρις Συβαρίτης, τὸ θηλυκὸν Σιρῖτις. καὶ Σιρῖνος. ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ, ἧς τὸ ἐθνικὸν ἀπὸ τῆς γενικῆς Σιριοπαίονες.
… ἡ οἰκία, ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος, χάρις, Φᾶρις πόλις τῆς Λακωνικῆς. Ὅμηρος «Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην» (Il. Β 582). ἔρις, δῆρις, νῆρις, Ἶρις, κῖρις εἶδος ὀρνέου, ξῖρις φυτὸν ἀρωματικόν, Σῖρις πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός· ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ. καὶ ὁ Νεῖλος μετὰ Συήνην Σῖρις ὠνόμασται. Κύρις μητρόπολις Σαβίνων. Τύρις πόλις καὶ ποταμὸς ἐν Εὐξείνῳ πόντῳ. λέγεται καὶ Τύρας. Χαῖρις, Μοῖρις, ἀφ´ οὗ ἡ Μοίριδος λίμνη, θοῦρις, Κοῦρις ὁ Ῥωμα…