Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σκάβαλα, χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Σκαβαλαῖος.
…πολλώνιος εʹ Καρικῶν »Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος«. ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως (c. 4, 10). Ὀκρίκολα πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Σατίκολα πόλις Ἰταλίας. Ἀπίολα πόλις Ἰταλίας. Κρόταλλα πόλις Ἰταλί…