Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σκῆψις, πόλις Τρωική. Ξενοφῶν Ἑλληνικῶν τρίτῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ σκήψασθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸς λίθον τεκεῖν. τὸ ἐθνικὸν Σκήψιος.
… φησιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. καὶ τὸ Θέογνις βαρύνεται. Τὰ εἰς 'ξις' καὶ 'ψις' ἀπὸ μελλόντων ἐσχηματισμένα βαρύνεται, ἕξω ἕξις, λέξω λέξις, ψύξω ψῦξις, σκήψω σκῆψις· ἔστι δὲ καὶ πόλις Τρωϊκή· Ξενοφῶν Ἑλληνικῶν τρίτῳ (c. 1, 25)· ἐκλήθη δὲ ἀπὸ τοῦ σκήψασθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸς λίθον τεκεῖν. σεσημείωται ἁψίς ὀξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύνεται, ἅμαξα ἁμαξίς, πύξος πυξίς· ἔστι καὶ πόλις ἐν μεσογαίᾳ τῶν Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. ὄξος ὀξίς. Τὰ εἰς 'πις' διβράχεα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα ὀξύνεται,…