Σκίρος

Stephanos of Byzantium - Ethnika

Σκίρος OCR ✓ Trans ✓ Confirmed ✓
place
Entry #210
Greek source: meineke
Meineke: 575.7 | Billerbeck: Σ210
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-20
Word count: 112
Source: vol4_222.jpg
Edit
Σκίρος, Ἀρκαδίας κατοικία πλησίον Μαιναλέων καὶ Παρρασίων. οἱ κατοικοῦντες Σκιρῖται, τὸ θηλυκὸν Σκιρῖτις. ἔστι καὶ ἕτερον Σκίρον τόπος Ἀττικός. καὶ Σκιρωνίδες πέτραι ἀπὸ Σκίρωνος. ἢ οὗτος μὲν ἀπὸ τόπου, ὁ τόπος δὲ ἀπὸ Σκίρου ἥρωος. ἐν δὲ τῷ τόπῳ τούτῳ αἱ πόρναι ἐκαθέζοντο. ἴσως δὲ καὶ τὸ σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον εἰς ὃν οἱ κυβευταὶ συνίασι. καὶ ὁ σκιροφόρος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων. Σκίρα δὲ κέκληται, τινὲς μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, ἄλλοι δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ κέκληται. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον. βαρύνεται δέ· τὰ γὰρ εἰς « ρον » λήγοντα καθαρὸν δισύλλαβα ἔχοντα πρὸ τέλους φύσει μακρὰν βαρύνεσθαι θέλει, εἰ μὴ κατὰ πλεονασμὸν ἀποβολὴν ποιήσεται γένους, δῶρον σπεῖρον σκῖρον. [εἰσὶ καὶ Σκίροι Γαλατικὸν ἔθνος.] τὸ ἐθνικὸν Σκιριεύς καὶ Σκιρεύς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.225
char LCS 59 (8.5%) · word LCS 11 (7.9%)
Stephanos
…καὶ Σκιρωνίδες πέτραι ἀπὸ Σκίρωνος. ἢ οὗτος μὲν ἀπὸ τόπου, ὁ τόπος δὲ ἀπὸ Σκίρου ἥρωος. ἐν δὲ τῷ τόπῳ τούτῳ αἱ πόρναι ἐκαθέζοντο. ἴσως δὲ καὶ τὸ σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον εἰς ὃν οἱ κυβευταὶ συνίασι. καὶ ὁ σκιροφόρος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων. Σκίρα δὲ κέκληται, τινὲς μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, ἄλλοι δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ κέκληται. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον. βαρύνεται δέ· τὰ γὰρ εἰς « ρον » λήγ…
Herodian
…υσε δελφῖνι εἰκασθείς. τὰ δὲ ἐπίθετα ὀξύνεται, σοφός, κυφός, κωφός, οἷς ἠκολούθησε καὶ τὸ τροφός. τὸ δὲ κοῦφος προπερισπᾶται. Τὰ εἰς 'φος' ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται, κρόταφος, ἔλαφος, σκίραφος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων, Ἔπαφος, Κέρκαφος Ἡλίου παῖς, Τέκταφος ὁ Δώρου τοῦ Ἕλληνος, κόλαφος, ἀσκάλαφος, ἔριφος, Σέριφος μία τῶν Σποράδων, Ἄντιφος, Τήλεφος Τάρχωνος πατήρ, Αἴγης καὶ Τεύθραντος υἱός, ἄργυφος ὁ λευκός, κόσσυφος, Κόττυφος, Σίσυφος…
Herodian 1.385
char LCS 58 (8.3%) · word LCS 14 (10.0%)
Stephanos
… καὶ τὸ σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον εἰς ὃν οἱ κυβευταὶ συνίασι. καὶ ὁ σκιροφόρος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων. Σκίρα δὲ κέκληται, τινὲς μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, ἄλλοι δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ κέκληται. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον. βαρύνεται δέ· τὰ γὰρ εἰς « ρον » λήγοντα καθαρὸν δισύλλαβα ἔχοντα πρὸ τέλους φύσει μακρὰν βαρύνεσθαι θέλει, εἰ μὴ κατὰ πλεονασμὸν ἀποβολὴν ποιήσεται γένους, δῶρον σπεῖρον σ…
Herodian
σπεῖρον τὸ ἱμάτιον, σκῖρον. ἔστι καὶ Σκίρον τόπος Ἀττικὸς ἀπὸ Σκίρου ἥρωος. Σκίρα δὲ ἡ ἑορτὴ καλεῖται κατά τινας μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, κατ´ ἄλλους δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον, νεῦρον, φῆρον βρῶμα θεῶν, μῆρον «μῆρα δὲ κείαντες (Od. ν 26). γέγονε δὲ ἐκ συγκοπῆς τοῦ μηρίον. ἐπεί τοι εὐθύνεται ὁ τόνος. τὰ γὰρ εἰς 'ος' λήγοντα, μεταπλασσόμενα εἰς οὐδέτερον γέν…
Herodian 1.375
char LCS 49 (7.0%) · word LCS 10 (7.1%)
Stephanos
…ῦντες Σκιρῖται, τὸ θηλυκὸν Σκιρῖτις. ἔστι καὶ ἕτερον Σκίρον τόπος Ἀττικός. καὶ Σκιρωνίδες πέτραι ἀπὸ Σκίρωνος. ἢ οὗτος μὲν ἀπὸ τόπου, ὁ τόπος δὲ ἀπὸ Σκίρου ἥρωος. ἐν δὲ τῷ τόπῳ τούτῳ αἱ πόρναι ἐκαθέζοντο. ἴσως δὲ καὶ τὸ σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον εἰς ὃν οἱ κυβευταὶ συνίασι. καὶ ὁ σκιροφόρος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων. Σκίρα δὲ κέκληται, τινὲς μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, ἄλλοι δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σ…
Herodian
…τονεῖον, ἰαμβεῖον, ἀσωτεῖον, δοκιμεῖον, ἑστιατορεῖον, προσωπεῖον, μορμολυκεῖον, ἱερεῖον, μεγαλλεῖον ὄνομα μύρου ἀπὸ Μεγάλου Σικελιώτου εὑρόντος αὐτό. σκευοφορεῖον, τὸ ἐπὶ τῶν ὤμων ἀμφίκοιλον ξύλον, ἀφ´ οὗ ἀπαρτῶσι ξύλα. σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον, εἰς ὃν οἱ κυβευταὶ συνίασι. ταμιεῖον, οἶκος ἐν ᾧ τὰ ἀναγκαῖα ἀπετίθεσαν ὡς Ἀριστοφάνης καὶ Κρατῖνος καὶ ἄλλοι. μαγειρεῖον, ἰατρεῖον, βυρσοδεψεῖον, δευτερεῖον, ὀπτανεῖον· παρὰ δὲ τοῖς Ἀττικοῖς καὶ διὰ τοῦ 'ι' γράφεται καὶ προπαροξύνεται οἷον ὀπτάν…
Herodian 1.191
char LCS 44 (6.3%) · word LCS 6 (4.3%)
Stephanos
Σκίρος, Ἀρκαδίας κατοικία πλησίον Μαιναλέων καὶ Παρρασίων. οἱ κατοικοῦντες Σκιρῖται, τὸ θηλυκὸν Σκιρῖτις. ἔστι καὶ ἕτερον Σκίρον τόπος Ἀττικός. καὶ Σκιρωνίδες πέτραι ἀπὸ Σκίρωνος. ἢ οὗτος μὲν ἀπὸ τόπου, ὁ τόπος δὲ ἀπὸ Σκίρου ἥρωος. ἐν δὲ τῷ τόπῳ τούτῳ αἱ πόρναι ἐκαθέζοντο. ἴσω…
Herodian
Ἶρος τὸ κύριον καὶ πόλις Θεσσαλίας. Λυκόφρων «Ἶρόν τε Τραχῖνα καὶ Περραιβικήν» (v. 905), Πῖρος, Τίρος, Σκίρος τὸ κύριον. ἔστι δὲ ἥρως, ἀφ´ οὗ Σκίρον τόπος Ἀττικός, καὶ Ἀρκαδίας κατοικία πλησίον Μαιναλέων καὶ Παρρασίων. εἰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ εἴη, ὀξύνεται, ἱρός ὁ ἱερός, λιρός ὁ ἀναιδής, σιρός τὸ προσηγορικὸν ὁ κατώγειος οἶκος. Τὰ εἰς 'ρος' δισύλλαβα παραληγόμενα τῷ 'ο' βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῷ 'ε' …