Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σκιώνη, πόλις Θρᾴκης, ἔνθα λέγεται τὰς Τρῳάδας αἰχμαλώτους, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰς δουλείαν ἀπενεχθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆσαι τὰς ναῦς. οἱ δὲ πλοίων ἀποροῦντες ἐξ ἀνάγκης κατέμειναν αὐτοῦ πόλιν Σκιώνην οἰκίσαντες. ὁ πολίτης Σκιωναῖος καὶ Σκιωνεύς. ἔστι δὲ ὡς τοῦ Σινώπη Σινωπεύς.
…σιόδῳ. Λυκώνη πόλις Θρᾴκης. Εὐφορίων Ἱππομέδοντι. Σαλμώνη πόλις τῆς Πισάτιδος καὶ κρήνη ὁμώνυμος ἀπὸ τοῦ Σαλμωνέως τοῦ βασιλέως. Σαλῶναι πόλις Δελματίας. Κυρτώνη ἀρχαῖον ὄνομα τοῦ Βοιωτίας πολίσματος ὃ λέγεται Κύρτωνες. Σκιώνη πόλις Θρᾴκης, ἔνθα λέγεται τὰς Τρῳάδας αἰχμαλώτους, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰς δουλείαν ἀπενεχθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆσαι τὰς ναῦς. οἱ δὲ πλοίων ἀποροῦντες ἐξ ἀνάγκης κατέμειναν αὐτοῦ πόλιν Σκιώνην οἰκίσαντες. Οἰνώνη νῆσος τῶν Αἰακιδῶν. Τορώνη πόλις Θρᾴκης ἀπὸ Τορώνης τῆς Πρωτέως ἢ Ποσειδῶνος καὶ Φοινίκης. ἔστι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτισθεῖσα. τὸ δὲ Αἰξωνή δῆμος τῆς Κεκροπίδος φυλῆς ὀξύνεται, ὡς εἴθισται ἐπὶ πολλῶν τῶν δή…