Stephanos of Byzantium - Ethnika
Skordiskoi: Skordiskoi, and Skirtioi, peoples of Paeonia, as Phlegon in the fifteenth book of the Olympiads.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σκορδίσκοι καὶ Σκίρτιοι, ἔθνη Παιονίας, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ.
…παιδίσκος, ἀστερίσκος, ὀβελίσκος, πανίσκος, Κωραλίσκος, οὐρανίσκος, Βορμίσκος πόλις Μακεδονίας. Δορίσκος πόλις Θρᾴκης καὶ πεδίον. Φαλίσκος πόλις Ἰταλίας καὶ ὁ οἰκήτωρ ὁμοφώνως. Ἱππουρίσκος νῆσος Καρίας. Σκορδίσκος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Τριποδίσκος καὶ Τριποδίσκοι κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη. Ἐλευθερίσκος πόλις Μακεδονίας. Ταυρίσκος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡς Πολύβιος τρίτῳ (c. 60, 8). Ἐρατοσθένης Τερίσκους αὐτ…
Σκορδίσκοι καὶ Σκίρτιοι, ἔθνη Παιονίας, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ.
…δὲ σχῆμα Μυσίας χθονός» ἀπὸ τῆς γενικῆς Τεύθραντος, Τευθράνιος δὲ ἀπὸ Τευθρανίας ὡς ἀπὸ Παρρασίας Παρράσιος. Περγάντιος, Προσπάλτιος, Ἁλιάρτιος, Σαγάρτιος, Αἰγύπτιος, Κυπαρισσηέντιος, Συρρέντιος, Σίντιος. Σκίρτιος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Ἑλλησπόντιος, Εὐρυμεδόντιος, Μεσοπόντιος ὁ Ἐρέσιος Ποσειδῶν. οὕτω γὰρ ἐν Ἐρέσῳ τιμᾶται, πόλει τῆς Λιβύης. Καλλίμαχος Αἰτίων αʹ. Ἀναφλύστιος, Βυβάστιος ὡς Ἔφορος. Γεραίστιος, Φαίστιος, Βουβάστιος παρὰ Θεοπόμπῳ. Ὀγχήστι…
Σκορδίσκοι καὶ Σκίρτιοι, ἔθνη Παιονίας, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ.
…γον ἢ ὅσα κτητικά, Ἀσκληπιεῖον· Ἀσκληπιός γάρ. Πτολεμαεῖον· Πτολεμαῖος γάρ. Ὀλυμπιεῖα τὰ Ἀθήνησι, Ὀλύμπιος γάρ· ἔστι καὶ Ὀλυμπιεῖον τόπος ἐν Δήλῳ, ὃν κτίσαντες οἱ Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανὰς ἐκάλεσαν ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Καπετωλιεῖα καὶ Καπετωλεῖα ἐν συναιρέσει· Καπετώλιος γάρ. Ἀμμωνιεῖον· τὸ γὰρ κτητικὸν Ἀμμώνιος διὰ τοῦ 'ι'. προπαροξύνεται δὲ τὰ κτητικὰ ὥσπερ τὰ ἀρσενικά, Ἡράκλειον, Αἰάκειον, Διοσκούρειον, Πλουτώνειον, Ποσειδώνειον,…