Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σκυλάκη, πόλις περὶ Κύζικον. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Σκυλακηνός καὶ Σκυλάκιος.
τοῦτο δὲ νησίον ἐστὶν ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ«. Σκυλάκη πόλις περὶ Κύζικον. Ἑκαταῖος Ἀσίᾳ. Ἀνάκη πόλις Ἀχαΐας. Ἀναριάκη πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Στράβων. Ἀρβάκη πόλις ἐν Κελτιβηρίᾳ ὡς Ἰόβας. Ἀρσάκη. οὕτως μετωνομάσθη Ῥάγα πόλις ἐν Μηδίᾳ ἀπὸ Ἀρσάκου βασιλέως Περσῶν. Ἀφάκη πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λι…