Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σκῦρος, νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ “Σκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες”. οἱ νησιῶται Σκύριοι καὶ Σκυρία αἴξ.
…λον διὰ τοῦ 'λ' καλεῖ, ἔστι καὶ πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. Μύρος ποταμὸς παραρρέων Μύραν πόλιν ὁ καὶ Μύρων. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται, Κῦρος, Σκῦρος, ἡ νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ «Σκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες». Σφῦρος, Σῦρος νῆσος Ἰωνική, ὡς Στράβων δεκάτῃ, ἣν ὁ ποιητὴς Συρίην καλεῖ ἐν Ὀδυσσείᾳ (o 403) ἥτις μηκύνει τὴν πρώτην. μὴ οὕτω δέ, ὀξύνεται, πυρός ὁ σῖτος, τυρός, ξυρός. Τὰ εἰς 'ρος' μονογενῆ δισύλλαβα παραληγόμενα τῷ …