Σόδομα

Stephanos of Byzantium - Ethnika

Σόδομα OCR ✓ Trans ✓ Confirmed ✓
city
Σόδομα, μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. ὁ πολίτης Σοδομίτης.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.382
char LCS 69 (80.2%) · word LCS 12 (80.0%)
Stephanos
Σόδομα, μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. ὁ πολίτης Σοδομίτης.
Herodian
…ν Πιθηκούσαις παρὰ Τυρρηνοῖς φασι γενέσθαι τὸν μῦθον. Σίκιμα πόλις Ἀραβίας, ἣ καὶ Σίκιμος. Ἔριμον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ὑλλάριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο…