Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σόλοι, Κιλικίας πόλις, ἡ νῦν Πομπηιούπολις· Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σόλωνος, ὡς Εὐφορίων ἐν Ἀλεξάνδρῳ. ἀνεκτίσθη ὑπὸ Πομπηίου καὶ μετωνομάσθη Πομπηιούπολις. ὁ πολίτης Σολεύς καὶ Σόλιος, τὸ θηλυκὸν Σολουντίς, ὡς ἀπὸ τῆς Σολοῦς Σολοῦντος. Διονύσιος δ´ ἐν τρίτῳ Βασσαρικῶν Σώλειαν λέγει διὰ τοῦ « ω » τὴν πρώτην…
…ς, κτίλος, ὃ κατ´ ἀφαίρεσιν ἐκ τοῦ ἱκτίλος γέγονεν. πόλος, στόλος, ψόλος, ὅλος, Φόλος ὁ Κένταυρος, χόλος, δόλος, κόλος, βόλος, μόλος καὶ Μόλος «Μηριόνη Μόλου υἱέ» (Ν 249) σόλος καὶ Σόλοι Κιλικίας πόλις. Ἑκαταῖος Εὐρώπῃ. κέκληται δὲ ἀπὸ Σόλωνος ὡς Εὐφορίων. θόλος. «μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς» (Od. χ 442). τὸ μέντοι θολός τὸ μέλαν τῆς σηπίας ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι. τὸ δὲ αὐτὸ λέγεται ὀλός. καὶ τὸ ὀλός δὲ ὁ ὀλέθριος ὀξύνεται. τὸ γὰρ Ἀλκμανικὸν «…
Σόλοι, Κιλικίας πόλις, ἡ νῦν Πομπηιούπολις· Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σόλωνος, ὡς Εὐφορίων ἐν Ἀλεξάνδρῳ. ἀνεκτίσθη ὑπὸ Πομπηίου καὶ μετωνομάσθη Πομπηιούπολις. ὁ πολίτης Σολεύς καὶ Σόλιος, τὸ θηλυκὸν Σολουντίς, ὡς ἀπὸ τῆς Σολοῦς Σολοῦντος. Διονύσιος δ´ ἐν τρίτῳ Βασσαρικῶν Σώλειαν λέγει διὰ τ…
…ίσσης, ὡς Χάραξ. καὶ Μήδη καὶ Λύδη. Τὰ εἰς 'δη' λήγοντα ἔχοντα πρὸ τέλους συλλαβὴν βραχεῖαν μὴ εἰς σύμφωνον καταλήγουσαν, εἰ μὲν κύρια ὦσιν ἢ οὐσίαν σημαίνει, βαρύνεται, πέδη, κνίδη, σίδη. ἔστι καὶ Σίδη πόλις Παμφυλίας ὡς Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σίδης τῆς θυγατρὸς μὲν Ταύρου, γυναικὸς δὲ Κιμώλου. Νέδη πόλις Ἀρκαδίας ἀπὸ νύμφης Νέδης. Εὐφορίων δὲ Νεδέην αὐτήν φησι. Ὕδη πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη δυναστεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπολλώνιος Καρικῶν τετάρ…