Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σούνιον, δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ “ἀλλ´ ὅτε Σούνιον ἄκρον”. ὁ δημότης Σουνιεύς ὡς Ἰλιεύς. τὰ τοπικὰ Σουνιόθεν Σούνιόνδε Σουνιοῖ. καὶ τὸ θηλυκὸν Σουνιάς.
…λίας. Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων (v. 1254) «ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται.…