Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σούτριον, πόλις, ἡ πρότερον Τυρρηνῶν, ὕστερον δὲ Ῥωμαίων. τὸ ἐθνικὸν Σουτρῖνος.
…. Σίγριον Λέσβου λιμήν. Σίρμιον πόλις Παιόνων. Σκίριον τόπος Ἀττικός. λέγεται καὶ Σκῖρον καὶ ὁ Σκῖρος. Σόλλιον Κορίνθου πολίχνιον. Θουκυδίδης δευτέρᾳ (c. 30). Σκύλλιον ὄρος Κρήτης. Σμίνθιον τόπος. Στράβων τρισκαιδεκάτῃ. Σούτριον πόλις ἡ πρότερον Τυρρηνῶν, ὕστερον δὲ Ῥωμαίων. Στράτιον πόλις Ἀκαρνανίας. Θούριον πόλις Ἰταλίας πρότερον Σύβαρις ὀνομασθεῖσα ἡ καὶ Θούριοι, ὡς ἐν τῷ Ἡροδότου ἐπιγράμματι Ἡρόδοτον Λύξεω κρύπτει κόνις ἧδε θανόντα, Ἰάδος ἀρχαίης ἱστορίης πρύτανιν,